Φαρισαίου φύγωμεν ὑψηγορίαν,
καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς,
πρὸς τὸν Σωτῆρα κραυγάζοντες·
Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε.
Ἕτερον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Στεναγμοὺς προσοίσωμεν, τελωνικοὺς τῷ Κυρίῳ,
καὶ αὐτῷ προσπέσωμεν, ἁμαρτωλοὶ ὡς Δεσπότῃ·
θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων·
ἄφεσιν παρέχει πᾶσι μετανοοῦσι·
δι' ἡμᾶς γὰρ ἐσαρκώθη,
Θεός ὑπάρχων Πατρὶ συνάναρχος.
Ὁ Οἶκος.
Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν,
στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν·
ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ,
ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι,
τυχόντες ἀφέσεως·
ἐκεῖ γὰρ ἐστιν ὄντως ἡ ἄνεσις,
ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν·
ἐκεῖ ὀδύνη ἀπέδρα λύπη
καὶ οἱ ἐκ βάθους στεναγμοί,
ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ·
ἦς ὁ Χριστὸς δημιουργός,
Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.
Ὕμνοι Τριωδίου
Πηγή: Τριώδιον, σελ. 8.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου