Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Συμεὼν ὁ Νέος Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Συμεὼν ὁ Νέος Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 12 Μαρτίου 2014

Ὑμνῶ τήν ἀγάπη Σου, Κύριε - Ἅγιος Συμεών ὁ Νέος Θεολόγος


ΓΙΑ ΤΗΝ ΑΓΑΠΗ μάθαμε, αὐτή πού Σύ χαρίζεις, 

πώς εἶν' ἀνέκφραστη, ἄπειρη κι' ἀχώρητη στόν κόσμο.

Εἶν' ὅλη φῶς ἀπρόσιτο, φῶς π' ἐνεργεῖ τά πάντα.

Αὐτή τό χέρι Σου λέγεται καί μάτι Σου καλεῖται

καί στόμα τό πανάγιο καί δύναμη καί δόξα.

Αὐτή στή λύπη ἀντίκειται, αὐτή τόν φθόνο διώχνει.

Εἶν' εὐχαρίστηση, χαρά, πραότης καί εἰρήνη,

ἔλεος ἀναρίθμητο,  ἄβυσσος εὐσπλαχνίας.

Πάντοτε μᾶς χειραγωγεῖ , δίπλα μας πάντα στέκει, 

διδάσκει τήν ταπείνωση, πού ὅλα τά κατορθώνει.

Κι' ὅταν τήν ἀποκτήσω αὐτή καί ταπεινός σάν γίνω

τότε ἀχώριστη θά ζεῖ μέσα μου ἡ ἀγάπη.

Μιλάει μου, φωτίζει με, βλέπει καί τή βλέπω.

Μοῦ ἑρμηνεύει τίς Γραφές καί μοῦ προσφέρει γνώση.

Θλίψη δέν ξέρω τί θά πεῖ κι' ἄν ὅλοι μέ λυποῦνε.

Τά πάθη φεύγουνε μέ μιᾶς, φεύγουνε τά σκοτάδια, 

καί βλέπω φῶς παντοτεινά καί νύχτα καί ἡμέρα.

Ἀπολαμβάνω τήν χαρά τήν ἄρρητη καί θεία.
 
Ἅγιος Συμεών ὁ Νέος Θεολόγος 

Πηγή: Ἁγιοπατερικό προσευχητάριο, Ζύμη, σελ. 31

Τετάρτη 26 Φεβρουαρίου 2014

Τετράστιχα τοῦ αὐτοῦ τὸν πρὸς Θεὸν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα - Ἅγιος Συμεών ὁ Νέος Θεολόγος

Τετράστιχα τοῦ αὐτοῦ τὸν πρὸς Θεὸν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα

Πῶς καὶ πῦρ ὑπάρχεις βλύζον, 
πῶς καὶ ὕδωρ εἶς δροσίζον, 
πῶς καὶ καίεις καὶ γλυκαίνεις, 
πῶς φθορὰν ἐξαφανίζεις; 

Πῶς θεοὺς ποιεῖς ἀνθρώπους,
πῶς τὸ σκότος φῶς ἐργάζῃ,
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου, 
πῶς θνητοὺς ἐξαφθαρτίζεις;

Πῶς πρὸς φῶς τὸ σκότος ἕλκεις,
πῶς τὴν νύκτα περιδράσσῃ,
πῶς καρδίαν περιλάμπεις,
πῶς μὲ ὅλον μεταβάλλεις;

Πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις, 
πῶς υἱοὺς Θεοῦ ἐργάζῃ, 
πῶς ἐκκαίεις σου τῷ πόθῳ, 
πῶς τιτρώσκεις ἄνευ ξίφους; 

Πῶς ἀνέχῃ, πῶς βαστάζεις, 
πῶς εὐθὺς οὐκ ἀποδίδως, 
πῶς ὑπάρχων ἔξω πάντων
βλέπεις πάντων τὰ πρακτέα; 

Πῶς μακρὰν ἡμῶν τυγχάνων
καθορᾷς ἐκάστου πρᾶξιν; 
Δὸς ὑπομονὴν σοῖς δούλοις, 
μὴ καλύψῃ τούτους θλῖψις!

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος  
Πηγή: Ὕμνοι - Ἐπιστολαί, Ἁγίου Συμεὼν τοῦ Νέου Θεολόγου, Ὀρθόδοξος Κυψέλη, Τόμος Γ' ,σελ. 57

Τρίτη 25 Φεβρουαρίου 2014

Τίς ὁ μοναχός - Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος


Τίς ὁ μοναχός καὶ τίς ἡ αὐτοῦ ἐργασία· 
καὶ εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατὴρ θεωρίας ἀνῆλθεν

Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ

καὶ ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ,

βλέπων βλέπεται, φιλῶν φιλεῖται

καὶ γίνεται φῶς λαμπόμενος ἀρρήτως·

δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν

καί προσοικούμενος ὡς ξένος πέλει.

Ὢ ξένου πάντῃ θαύματος καὶ ἀφράστου!

Διὰ πλοῦτον ἄπειρον ὑπάρχω πένης

καὶ μηδὲν ἔχειν δοκῶ πολὺ κατέχων

καὶ λέγω· Διψῶ διὰ πλῆθος ὑδάτων

καὶ τὶς μοι δώσει, ὅπερ ἔχω πλουσίως,

καὶ ποῦ εὐρήσω, ὃν ὁρῶ καθ' ἐκάστην;

Πῶς δὲ κρατήσω, ὃ ἐντός μου ὑπάρχει

καὶ ἔξω κόσμου, οὐ γὰρ βλέπεται ὅλως;

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω

νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Ὕμνοι Ἐπιστολαί Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου, Τόμος 3ος, σελ. 50.
__________________________________________________________________
Λεξικό: ἀμιγῆς:μή μεμιγμένος. ἀενάως:αἰωνίως. δοκεῖ:πιστεύει
προσοικούμενος:ἐξοικειωμένος. πέλει:ὑπάρχει. ὅπερ:τὸ ὁποῖον.