Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!

Τρίτη 25 Μαρτίου 2014

Εὐχὴ εἰς τὸν Εὐαγγελισμὸν τῆς Θεοτόκου - Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος

       
        Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, εὔσπλαχνε καὶ πολυέλεε, ὁ τὸ ἀπ' αἰῶνος κεκρυμμένον μυστήριον τῆς σωτηρίας ἡμῶν σήμερον διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐδοκήσας τῇ ἀειπαρθένῳ Μαρίᾳ ἀποκαλύψαι, ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις, ἀξίωσον, δεόμεθά σου, τάς τε καρδίας καὶ τὰ σώματα ἡμῶν ἐν ταῖς ὁδοῖς τῶν νόμων σου, καὶ ταῖς ἐργασίαις τῶν ἁγίων σου ἐντολῶν διευθύνειν, ἁγιάζειν τε καὶ διοικεῖν· καὶ καθάπερ τῇ τοῦ ἁγίου σου Πνεύματος ἐνεργείᾳ τὴν ψυχὴν καὶ τὸ σῶμα αὐτῆς ἡγίασας καὶ ἄξιον κατοικητήριον τοῦ μονογενοῦς σου Υἱοῦ ἡτοίμασας γενέσθαι, οὕτω καὶ τὰς ἡμετέρας συνειδήσεις ἐπισκεπτόμενος, κάθαρον, ἵνα ἐλθὼν αὐτὸς ὁ Κύριος ἡμῶν, ἕτοιμον ἑαυτῷ εὕρῃ μονήν· ὅπως ἀξίως πολιτευόμενοι καὶ τὴν φαιδρὰν πανήγυριν ταύτην ἐτησίως ἑορτάζοντες, καταξιωθῶμεν τῶν τῆς ἀθανάτου ζωῆς ἀϊδίων ἀγαθῶν ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος

Πηγή: Μέγα Προσευχητάριον, Ἀ. Σιμωνώφ, «Βασ. Ρηγόπουλος», σελ. 570-571.

Δεν υπάρχουν σχόλια: