Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!

Τετάρτη 2 Ιουλίου 2014

Εἰς τὴν Κόρην τὴν ἄσπιλον - Ἅγιος Νεκτάριος


Εἰς τὴν Κόρην τὴν ἄσπιλον

Ὑμνοῦμέν Σε παρθένε ἁγνὴ Θεοκυῆτορ
δι' ἦς τὸ θεῖον κάλλος ἀνέτειλε τῷ κόσμῳ
καὶ πόθῳ γλυκυτάτῳ, κόρη, Σὲ εὐλογοῦμεν. 

Γλώσσῃ ἱερωτάτῃ καὶ χείλεσιν ἁγίοις
καρδίᾳ ἁγνευούσῃ ψυχῇ καθαρωτάτῃ
ὁμολογοῦμεν πάντες ἁγνὴν Θεοῦ μητέρα. 

Φλόγα τὴν βάτον πάλαι ὁ νομοδότης βλέπων
μὴ πυρπολοῦσαν, κόρη, τὸν τύπον κατενόει
τοῦ τόκου Σου τοῦ θείου, ἁγνὴ Θεοκυῆτορ.

Εὐλογημένη, Χαῖρε, Θεογεννῆτορ κόρη, 
ὡς ἀληθῶς τῆς πάλαι ἀρᾶς ἠλευθερώθη 
τὸ γένος τῶν ἀνθρώπων τῷ τόκῳ Σου Παρθένε, 

Σῆς συμπαθείας, κόρη, ἀξίωσον, βοῶ Σοι, 
ἡ μόνη ἀπορρήτως κυήσασα τὸν Λόγον
καὶ σῷσον σαῖς πρεσβείαις τοὺς πίστει Σὲ ὑμνοῦντας. 

Σὺ μόνη ἀνεδείχθης, Παρθένε Θεοτόκε, 
ἀφθόρως Θεομῆτορ Θεόν· γὰρ ἀπορρήτως
νηδύ· συλλαβοῦσα ἀπέτεκες τῷ κόσμῳ. 

Καταφυγὴ καὶ σκέπη πιστῶν καὶ προστασία, 
θερμὴ ἱκετηρία, ταχεῖα μεσιτεία. 
τοὺς Σὲ πιστῶς τιμῶντας Σὺ φρούρει, Παναγία. 

Ἅγιος Νεκτάριος 

Ἐπίσκοπος Πενταπόλεως 

Πηγή: Θεοτοκάριον, Ἁγίου Νεκταρίου, «Ι.Μ. Ἁγίας Τριάδος», σελ. 113-114.

Δεν υπάρχουν σχόλια: