Ἡ ἀναστήλωση τῶν ἱερῶν εἰκόνων. |
Δόξα. Ἰδιόμελον· Ἦχος β'.
Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες,
καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες,
ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν,
εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες·
καὶ τὰς ἐν τοίχοις καὶ πίναξι,
καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας,
τῆς Πανάγνου καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν,
ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν·
ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος,
ἐπί τὸ πρωτότυπον διαβαίνει·
αἰτούμενοι ταῖς πρεσβείας τῆς Ἀχράντου σου Μητρός,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ὦ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων!
τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν,
καὶ ἐν ἀγκάλαις φέρουσαν τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα!
Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν·
Ὃν ὡς βρέφος, Πάναγνε, σαῖς ὠλέναις βαστάσασα,
καὶ μητρικὴν παρρησίαν πρὸς Αὐτὸν κεκτημένη,
μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων,
τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ὕμνοι Τριωδίου
Πηγές: Τριώδιον, Φῶς, σελ. 145.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου