Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ,
εὐρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα,
αἰτεῖ ὕδωρ παρ' αὐτῆς,
ὁ νέφεσι καλύπτων τὴν γῆν.
Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος,
πόρνῃ γυναικὶ διελέγετο·
ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας·
ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων,
θέλων ἑλκύσαι ὄντως αὐτήν,
τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ,
καὶ ποτίσασθαι ὕδωρ ζωῆς,
τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς,
ὡς μόνος εὔσπλαχνος καὶ φιλάνθρωπος.
Καὶ νῦν. Ἦχος δ'.
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προαναφώνησε,
τῷ μεγαλεῖά σοι ποιήσαντι·
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου·
σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,
ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός·
ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι·
καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον,
τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι,
ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι·
καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός,
ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 111-112.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου