Δόξα. Ἦχος πλ. δ'.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός,
ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον,
διὰ τῆς σῆς ἀχράντου προσψαύσεως,
φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὅμματα,
τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον,
ἵνα πίστει βοῶμεν σοι·
Πολλή σου καὶ ἄφατος,
ἡ εἰς ἡμᾶς εὐσπλαχνία·
φιλάνθρωπε, δόξα σοι.
Καὶ νῦν. Ἦχος πλ. α'.
Ἀναστάσεως ἡμέρα,
καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,
καὶ ἀλλήλους περιπτυξώμεθα.
Εἴπωμεν ἀδελφοί,
καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει,
οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι,
ζωήν, χαρισάμενος.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 140 & 5.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου