Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!

Κυριακή 16 Φεβρουαρίου 2014

Κυριακὴ τοῦ Ἀσώτου - Ὕμνοι


Κάθισμα. Ἦχος α'. Τόν τάφον σου, Σωτήρ.
Ἀγκάλας πατρικάς, διανοῖξαι μοι σπεῦσον· 
ἀσῶτως τὸν ἐμόν, κατηνάλωσα βίον· 
εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου.
Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· 
σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω·
Ἥμαρτον· σῶσόν με.

Θεοτοκίον 
Ἡ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία,
πάντων τῶν Χριστιανῶν, 
τὸ καταφύγιον, ἄχραντε, τῶν σωζομένων· 
σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, 
καὶ μελλούσης, καταξίωσον ζωῆς.


Κοντάκιον. Ἦχος γ' . Ἡ Παρθένος σήμερον. 
Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, 
ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον·
ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω·
Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον·
δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, 
ὡς ἕνα τῶν μισθίων σου. 

  Ὕμνοι Τριωδίου 

Πηγή: Τριώδιον, σελ. 13-14.

Δεν υπάρχουν σχόλια: