Τετράστιχα τοῦ αὐτοῦ τὸν πρὸς Θεὸν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα
Πῶς καὶ πῦρ ὑπάρχεις βλύζον,
πῶς καὶ ὕδωρ εἶς δροσίζον,
πῶς καὶ καίεις καὶ γλυκαίνεις,
πῶς φθορὰν ἐξαφανίζεις;
Πῶς θεοὺς ποιεῖς ἀνθρώπους,
πῶς τὸ σκότος φῶς ἐργάζῃ,
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου,
πῶς θνητοὺς ἐξαφθαρτίζεις;
Πῶς πρὸς φῶς τὸ σκότος ἕλκεις,
πῶς τὴν νύκτα περιδράσσῃ,
πῶς καρδίαν περιλάμπεις,
πῶς μὲ ὅλον μεταβάλλεις;
Πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις,
πῶς υἱοὺς Θεοῦ ἐργάζῃ,
πῶς ἐκκαίεις σου τῷ πόθῳ,
πῶς τιτρώσκεις ἄνευ ξίφους;
Πῶς ἀνέχῃ, πῶς βαστάζεις,
πῶς εὐθὺς οὐκ ἀποδίδως,
πῶς ὑπάρχων ἔξω πάντων
βλέπεις πάντων τὰ πρακτέα;
Πῶς μακρὰν ἡμῶν τυγχάνων
καθορᾷς ἐκάστου πρᾶξιν;
Δὸς ὑπομονὴν σοῖς δούλοις,
μὴ καλύψῃ τούτους θλῖψις!
Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος
Πηγή: Ὕμνοι - Ἐπιστολαί, Ἁγίου Συμεὼν τοῦ Νέου Θεολόγου, Ὀρθόδοξος Κυψέλη, Τόμος Γ' ,σελ. 57
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου