Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!

Τρίτη 25 Φεβρουαρίου 2014

Τίς ὁ μοναχός - Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος


Τίς ὁ μοναχός καὶ τίς ἡ αὐτοῦ ἐργασία· 
καὶ εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατὴρ θεωρίας ἀνῆλθεν

Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ

καὶ ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ,

βλέπων βλέπεται, φιλῶν φιλεῖται

καὶ γίνεται φῶς λαμπόμενος ἀρρήτως·

δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν

καί προσοικούμενος ὡς ξένος πέλει.

Ὢ ξένου πάντῃ θαύματος καὶ ἀφράστου!

Διὰ πλοῦτον ἄπειρον ὑπάρχω πένης

καὶ μηδὲν ἔχειν δοκῶ πολὺ κατέχων

καὶ λέγω· Διψῶ διὰ πλῆθος ὑδάτων

καὶ τὶς μοι δώσει, ὅπερ ἔχω πλουσίως,

καὶ ποῦ εὐρήσω, ὃν ὁρῶ καθ' ἐκάστην;

Πῶς δὲ κρατήσω, ὃ ἐντός μου ὑπάρχει

καὶ ἔξω κόσμου, οὐ γὰρ βλέπεται ὅλως;

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω

νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Ὕμνοι Ἐπιστολαί Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου, Τόμος 3ος, σελ. 50.
__________________________________________________________________
Λεξικό: ἀμιγῆς:μή μεμιγμένος. ἀενάως:αἰωνίως. δοκεῖ:πιστεύει
προσοικούμενος:ἐξοικειωμένος. πέλει:ὑπάρχει. ὅπερ:τὸ ὁποῖον.

Δεν υπάρχουν σχόλια: