Εἰς τὸ ρόδον τὸ ἀμάραντον, τὴν Παρθένον
Ἡ ἀκηλίδωτος Παρθένος καὶ Ἀμνὰς
ἡ τὸν ἀμνὸν τὸν πᾶσαν νόσον αἴροντα
ἀφράστως ὑπὲρ νοῦν κυοφορήσασα
τὴν ποίμνην Σου, Θεοκυῆτορ, φύλαττε.
Ἡ τοῦ Ὑψίστου δύναμις, Θεόνυμφε,
ἡ Σὴν νηδύν, ἁγνή, ἐπισκιάσασα
χωρίον ἔδειξεν σεμνὴ εὐρύχωρον
χωρῆσαν Θεὸν Λόγον τὸν ἀχώρητον.
Τῆς ἁμαρτίας ἡ ἀχλὺς καθαίρεται
τῇ Σῇ πρεσβείᾳ, Δέσποινα πανάχραντε·
τὸ γὰρ ἐκλάμψαν φῶς ἐκ Σοῦ τὸ ἄχρονον
τὸν ζόφον τῶν πταισμάτων διεσκέδασεν.
Ἐκ Σοῦ, Παρθενομῆτορ, ὁ ὑπέρφωτος
ὁ ἥλιος τῆς δόξης ἐξανέτειλεν,
ὃς τὰς καρδίας πάντων κατεφώτισε
καὶ πρὸς Θεὸν τὸν τριλαμπῆ ἐφείλκυσεν.
Φαιδρύνεται ἡ κτίσις τῇ συλλήψει Σου
καὶ μεγαλύνει Σου τὸν τόκον, ἄχραντε,
καὶ μελῳδοῦσα εὐσεβῶς ἀγάλλεται
καὶ δόξαν τριλαμπῆ ὑμνοῦσα χαίρεται.
Ὁ κτίστης τῶν ἀπάντων καὶ ὑπέρθεος
τὸ καθ' ἡμᾶς ἁγνὴ ἐκ Σοῦ προσείληφε
καὶ ὡς Θεὸς θεώσας ὑπερύψωσε
καὶ συνεδρεύει τῷ Πατρὶ καὶ Πνεύματι.
Βροτῶν τὴν σωτηρίαν κατειργάσατο
ἐν τῷ σταυρῷ, Παρθένε, ὁ Θεάνθρωπος,
καὶ πάντας νῦν ἀναβοᾶν προτρέπεται,
τὸν Κύριον ὑμνεῖτε τὸν Πανάγαθον.
Χαῖρε ὁ τοῦ Κυρίου οἶκος ἔμψυχος,
Χαῖρε τῆς μετανοίας ὅπλον ἄμαχον,
Χαῖρε Κυρίου πύλη ἀδιόδευτε,
Χαῖρε τῆς σωτηρίας πύργε ἄσειστε.
Ἅγιος Νεκτάριος
Ἐπίσκοπος Πενταπόλεως
Πηγή: Θεοτοκάριον, Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως, Ἱ.Μ. Ἁγίας Τριάδος, σελ. 165-166.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου