Ἡ Ὁσία Μαρία ἡ Αἰγυπτία ἐξομολογήθηκε στὸν Ἅγιο Ζωσιμᾶ καὶ μετέλαβε τῶν Ἀχράντων Μυστηρίων. |
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός,
χαλινώσασα πόνοις ἀσκητικοῖς,
ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα·
τὸν γὰρ Σταυρὸν ποθήσασα, Κυρίου θεάσασθαι,
ἱερῶς ἀοίδιμε, τῷ Κόσμῳ ἐσταύρωσαι·
ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας,
προθύμως διήγειρας, σεαυτὴν παμμακάριστε.
Διὰ τοῦτο γεραίρομεν, τὴν μνήμην σου Μαρία πιστῶς,
τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι,
τοῦ δωρηθῆναι πλουσίως,
ἡμῖν ταῖς πρεσβείαις σου.
Θεοτοκίον. Ὅμοιον.
Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν,
καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί·
δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με·
ἀλλ' ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον,
ἐπ' ἐμὲ ἐπίβλεψον, Παρθένε καὶ ρῦσαί με,
πάσης ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων,
καὶ πάσης κακώσεως, τοῦ δεινοῦ πολεμήτορος,
ἵνα ψάλλω γηθόμενος·
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς καταφεύγουσι πίστει,
τῇ σκέπῃ σου Ἄχραντε.
Πηγή: Τριώδιον, «Ἐκκλησιαστική Βιβλιοθήκη ΦΩΣ» σελ. 336.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου