Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!

Τρίτη 15 Ιουλίου 2014

Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον - Ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς


Ὦδὴ α' . Ἦχος α'. Χριστὸς γεννᾶται.
 
Χαρᾶς αἰτία χαρίτωσον, 
τὸν νοῦν μου καὶ φωτί σου κατάλαμψον, 
ψυχὴν ἁγνὴ καὶ διάνοιαν, 
ὅπως σοι ἐκβοήσω χαρμονικῶς, 
σὺν τῷ Ἀρχαγγέλῳ,
χαριστήριον ᾠδὴν Θεοχαρίτωτε.


Τὴν θείαν στάμνον τὴν πάγχρυσον, 
τὴν ἔνδοθεν τὸ Μάννα κατέχουσαν, 
φαιδρῶς πιστοὶ ἀνυμνήσωμεν· 
χαίροις αὐτῇ βοῶντες, Μήτηρ ἁγνή, 
χαῖρε τῶν περάτων, 
ἡ ἑλπὶς καὶ σωτηρία τῶν ὑμνούντων σε.


Νεφέλη χαῖρε ὁλόφωτε, 
πιστοὺς ἐπισκιάζουσα πάντοτε, 
λυχνία χαῖρε ἑπτάφωτε, 
καθὼς προφήτης πάλαι προεῖδέ σε. 
Πνεύματος ἁγίου, 
ἐνεργείας ἐν ψυχῇ φέρουσαν Πάναγνε. 


Ἰσχὺς Παρθένε καὶ στήριγμα, 
καὶ καύχημα γενοῦ μοι τῷ δούλῳ σου, 
πλήθει τῶν ποικίλων θλίψεων, 
νῦν περιπετωκότι καὶ πειρασμῶν, 
κόπασον τὸν σάλον, 
ἡ ἐλπὶς μου καὶ χαρὰ καὶ ἀγαλλίασις.

Ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς 


Πηγή: Θεοτοκάριον, Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου, «Βασ. Ρηγοπούλου», σελ. 40.

Δεν υπάρχουν σχόλια: