Ἡ Δευτέρα Παρουσία |
Δόξα. Ἦχος πλ. δ'.
Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι,
καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!
Ἀγγέλων παρισταμένων ἐν φόβῳ καὶ ποταμοῦ πυρὸς ἕλκοντος,
τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι;
Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ,
τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν,
ἁμαρτωλοὺς δὲ ἀποπέμποντος εἰς κόλασιν,
τὶς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν;
Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων,
πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.
Καὶ νῦν. Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν,
ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη·
ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος
καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως,
εἶς ἐστιν Υἱὸς διπλοὺς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν·
διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον,
ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν·
ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν.
Ὕμνοι Τριωδίου & Παρακλητικῆς
Πηγές: Τριώδιον, σελ. 28 & Παρακλητικὴ σελ. 406.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου