Ἄνθρωπος: ἄνω θρώσκω, τὰ ἄνω ζητῶ, ἄνω σχῶμεν τὰς καρδίας!
Εμφάνιση αναρτήσεων με ετικέτα .Ὑμνογραφία τῆς Κυριακῆς. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα .Ὑμνογραφία τῆς Κυριακῆς. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 9 Μαρτίου 2014

Κυριακὴ Α' τῶν Νηστειῶν, τῆς Ὀρθοδοξίας - Ὕμνοι

Ἡ ἀναστήλωση τῶν ἱερῶν εἰκόνων.


Δόξα. Ἰδιόμελον· Ἦχος β'.
Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, 
καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, 
ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, 
εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες· 
καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, 
καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, 
τῆς Πανάγνου καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, 
ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν·
ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, 
ἐπί τὸ πρωτότυπον διαβαίνει· 
αἰτούμενοι ταῖς πρεσβείας τῆς Ἀχράντου σου Μητρός, 
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.


Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. 
Ὦ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων!
τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, 
καὶ ἐν ἀγκάλαις φέρουσαν τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα!
Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν·
Ὃν ὡς βρέφος, Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, 
καὶ μητρικὴν παρρησίαν πρὸς Αὐτὸν κεκτημένη, 
μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, 
τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 
Ὕμνοι Τριωδίου

Πηγές: Τριώδιον, Φῶς, σελ. 145.

Κυριακή 2 Μαρτίου 2014

Κυριακὴ τῆς Τυρινῆς - Ὕμνοι

Ἡ παρακοή στόν Θεό ἔφερε τὴν ἐξορία τῶν Πρωτοπλάστων

ᾨδὴ θ' . Τὴν φωτοφόρον νεφέλην. 
Εἰρηνικῇ καταστάσει, εἰλικρινεῖ διαθέσει, 
τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, 
ὑποδεξώμεθα, πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, 
ὧν ἕκαστος ἐπλημμέλησεν·
ὅπως τῆς ἐκεῖθεν, ἐπιτύχωμεν χαρᾶς. 


Ἰδοῦ ὁ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, 
τῶν Νηστειῶν εἰσαγωγή· 
Διανάστα, ψυχή μου, τῷ εὐεργέτὴ καὶ Θεῷ, 
θερμῶς διαλλάγηθι, τῆς κρίσεως, 
ὅπως φύγῃς ἐκείνης τῆς δικαίας, 
καὶ φρικτῆς ὡς ἀληθῶς. 


Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, 
μὴ καθαρίσωμεν κακῶς, ἀκρασίᾳ καὶ μέθῃ,
ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, 
ληψόμενοι ἀφθαρσίας στεφάνους, 
καὶ τῶν πόνων ἐπαξίως τοὺς καρπούς.


Θεοτοκίον. 
Ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν ἀγαθὸν μὴ ἐλλείπῃς, 
τὸν τὴν ἀσθένειαν ἡμῶν, ἐπιστάμενον μόνον,
λοιμοῦ, λιμοῦ τε καὶ σεισμοῦ, 
καὶ πάσης κακώσεως λυτρώσασθε, 
τὴν τιμῶσάν σε πόλιν, Θεοτόκε, ἡ ἐλπὶς τῶν γηγενῶν.

Ὕμνοι Τριωδίου

Πηγές: Τριώδιον, Φῶς, σελ. 38.
  

Κυριακή 23 Φεβρουαρίου 2014

Κυριακὴ τῶν Ἀποκρεῶν - Ὕμνοι

Ἡ Δευτέρα Παρουσία

Δόξα. Ἦχος πλ. δ'.
Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, 
καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε!
Ἀγγέλων παρισταμένων ἐν φόβῳ καὶ ποταμοῦ πυρὸς ἕλκοντος, 
τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι;
Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ,
τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, 
ἁμαρτωλοὺς δὲ ἀποπέμποντος εἰς κόλασιν, 
τὶς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν;  
Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, 
πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.


Καὶ νῦν. Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, 
ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη·
ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος 
καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, 
εἶς ἐστιν Υἱὸς διπλοὺς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν·
διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, 
ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν·
ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν. 

Ὕμνοι Τριωδίου & Παρακλητικῆς

Πηγές: Τριώδιον, σελ. 28 & Παρακλητικὴ σελ. 406.
  

Κυριακή 16 Φεβρουαρίου 2014

Κυριακὴ τοῦ Ἀσώτου - Ὕμνοι


Κάθισμα. Ἦχος α'. Τόν τάφον σου, Σωτήρ.
Ἀγκάλας πατρικάς, διανοῖξαι μοι σπεῦσον· 
ἀσῶτως τὸν ἐμόν, κατηνάλωσα βίον· 
εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου.
Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· 
σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω·
Ἥμαρτον· σῶσόν με.

Θεοτοκίον 
Ἡ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία,
πάντων τῶν Χριστιανῶν, 
τὸ καταφύγιον, ἄχραντε, τῶν σωζομένων· 
σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, 
καὶ μελλούσης, καταξίωσον ζωῆς.


Κοντάκιον. Ἦχος γ' . Ἡ Παρθένος σήμερον. 
Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, 
ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον·
ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω·
Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον·
δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, 
ὡς ἕνα τῶν μισθίων σου. 

  Ὕμνοι Τριωδίου 

Πηγή: Τριώδιον, σελ. 13-14.

Κυριακή 9 Φεβρουαρίου 2014

Κυριακὴ Τελώνου καὶ Φαρισαίου - Ὕμνοι


Κοντάκιον. Ἦχος β' . Ἐπεφάνης σήμερον.
Φαρισαίου φύγωμεν ὑψηγορίαν, 
καὶ Τελώνου μάθωμεν, τὸ ταπεινὸν ἐν στεναγμοῖς, 
πρὸς τὸν Σωτῆρα κραυγάζοντες·
Ἵλαθι μόνε ἡμῖν εὐδιάλλακτε. 


Ἕτερον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον. 
Στεναγμοὺς προσοίσωμεν, τελωνικοὺς τῷ Κυρίῳ, 
καὶ αὐτῷ προσπέσωμεν, ἁμαρτωλοὶ ὡς Δεσπότῃ·
θέλει γὰρ τὴν σωτηρίαν πάντων ἀνθρώπων·
ἄφεσιν παρέχει πᾶσι μετανοοῦσι·
δι' ἡμᾶς γὰρ ἐσαρκώθη, 
Θεός ὑπάρχων Πατρὶ συνάναρχος.


Ὁ Οἶκος.
Ἑαυτοὺς ἀδελφοὶ ἅπαντες ταπεινώσωμεν, 
στεναγμοῖς καὶ ὀδυρμοῖς τύψωμεν τὴν συνείδησιν·
ἵνα ἐν τῇ κρίσει τότε τῇ αἰωνίᾳ, 
ἐκεῖ ὀφθῶμεν πιστοὶ ἀνεύθυνοι, 
τυχόντες ἀφέσεως· 
ἐκεῖ γὰρ ἐστιν ὄντως ἡ ἄνεσις, 
ἣν ἰδεῖν ἡμᾶς νῦν ἱκετεύσωμεν·
ἐκεῖ ὀδύνη ἀπέδρα λύπη 
καὶ οἱ ἐκ βάθους στεναγμοί, 
ἐν τῇ Ἐδὲμ τῇ θαυμαστῇ·
ἦς ὁ Χριστὸς δημιουργός, 
Θεὸς ὑπάρχων Πατρὶ συνάναρχος.

 Ὕμνοι Τριωδίου

Πηγή: Τριώδιον, σελ. 8.